Plato Symposium Flashcards

1
Q

εἰπεῖν δὴ τὸν Ἐρυξίμαχον, δοκεῖ τοίνυν μοι ἀναγκαῖον εἶναι, ἐπειδὴ Παυσανίας ὁρμήσας ἐπὶ τὸν λόγον καλῶς οὐχ ἱκανῶς ἀπετέλεσε, δεῖν ἐμὲ πειρᾶσθαι τέλος ἐπιθεῖναι τῷ λόγῳ. τὸ μὲν γὰρ διπλοῦν εἶναι τὸν ἔρωτα δοκεῖ μοι καλῶς διελέσθαι: ὅτι δὲ οὐ μόνον ἐστὶν ἐπὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων πρὸς τοὺς καλοὺς ἀλλὰ καὶ πρὸς ἄλλα πολλὰ καὶ ἐν τοῖς ἄλλοις, τοῖς τε σώμασι τῶν πάντων ζῴων καὶ τοῖς ἐν τῇ γῇ φυομένοις καὶ ὡς ἔπος εἰπεῖν ἐν πᾶσι τοῖς οὖσι, καθεωρακέναι μοι δοκῶ ἐκ τῆς ἰατρικῆς, τῆς ἡμετέρας τέχνης, ὡς μέγας καὶ θαυμαστὸς καὶ ἐπὶ πᾶν ὁ θεὸς τείνει καὶ κατ᾽ ἀνθρώπινα καὶ κατὰ θεῖα πράγματα. ἄρξομαι δὲ ἀπὸ τῆς ἰατρικῆς λέγων, ἵνα καὶ πρεσβεύωμεν τὴν τέχνην. ἡ γὰρ φύσις τῶν σωμάτων τὸν διπλοῦν ἔρωτα τοῦτον ἔχει: τὸ γὰρ ὑγιὲς τοῦ σώματος καὶ τὸ νοσοῦν ὁμολογουμένως ἕτερόν τε καὶ ἀνόμοιόν ἐστι, τὸ δὲ ἀνόμοιον ἀνομοίων ἐπιθυμεῖ καὶ ἐρᾷ. ἄλλος μὲν οὖν ὁ ἐπὶ τῷ ὑγιεινῷ ἔρως, ἄλλος δὲ ὁ ἐπὶ τῷ νοσώδει. ἔστιν δή, ὥσπερ ἄρτι Παυσανίας ἔλεγεν τοῖς μὲν ἀγαθοῖς καλὸν χαρίζεσθαι τῶν ἀνθρώπων, τοῖς δ᾽ ἀκολάστοις αἰσχρόν, οὕτω καὶ ἐν αὐτοῖς τοῖς σώμασιν τοῖς μὲν ἀγαθοῖς ἑκάστου τοῦ σώματος καὶ ὑγιεινοῖς καλὸν χαρίζεσθαι καὶ δεῖ, καὶ τοῦτό ἐστιν ᾧ ὄνομα τὸ ἰατρικόν, τοῖς δὲ κακοῖς καὶ νοσώδεσιν αἰσχρόν τε καὶ δεῖ ἀχαριστεῖν, εἰ μέλλει τις τεχνικὸς εἶναι. ἔστι γὰρ ἰατρική, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ἐπιστήμη τῶν τοῦ σώματος ἐρωτικῶν πρὸς πλησμονὴν καὶ κένωσιν, καὶ ὁ διαγιγνώσκων ἐν τούτοις τὸν καλόν τε καὶ αἰσχρὸν ἔρωτα, οὗτός ἐστιν ὁ ἰατρικώτατος, καὶ ὁ μεταβάλλειν ποιῶν, ὥστε ἀντὶ τοῦ ἑτέρου ἔρωτος τὸν ἕτερον κτᾶσθαι, καὶ οἷς μὴ ἔνεστιν ἔρως, δεῖ δ᾽ ἐγγενέσθαι, ἐπιστάμενος ἐμποιῆσαι καὶ ἐνόντα ἐξελεῖν, ἀγαθὸς ἂν εἴη δημιουργός. δεῖ γὰρ δὴ τὰ ἔχθιστα ὄντα ἐν τῷ σώματι φίλα οἷόν τ᾽ εἶναι ποιεῖν καὶ ἐρᾶν ἀλλήλων. ἔστι δὲ ἔχθιστα τὰ ἐναντιώτατα, ψυχρὸν θερμῷ, πικρὸν γλυκεῖ, ξηρὸν ὑγρῷ, πάντα τὰ τοιαῦτα: τούτοις ἐπιστηθεὶς ἔρωτα ἐμποιῆσαι καὶ ὁμόνοιαν ὁ ἡμέτερος πρόγονος Ἀσκληπιός, ὥς φασιν οἵδε οἱ ποιηταὶ καὶ ἐγὼ πείθομαι, συνέστησεν τὴν ἡμετέραν τέχνην.

A

Then Eryximachus spoke, ‘it seems therefore to me to be necessary since Pausanias started his speech finely but did not conclude satisfactorily, there is a need for me to try and put a conclusion to his words. For the fact that love is two fold, I think is a nice distinction, I seem to myself to have observed from medicine, our skill, that not only is love in the souls of humans towards the beautiful but also towards many other things in other things, both in the bodies of all living creatures and in the things that grow in the earth and, so to speak, in all other beings, I [also] think that the god, great and wonderful, extends into all things both human and divine matters. I will begin my speech from medicine in order to pay homage also (και) to this art. for it is the nature of bodies to have this twofold love: the healthy part of the body and the diseased are admittedly other and dissimilar, the unlike craves for and loves the unlike. Love in the healthy is one thing, love in the diseased is another. it is possible indeed, just as Pausanias was just saying that something beautiful is pleasing to good people, and shameful to the undisciplined, and so in this way in the same bodies it is good to please the good and healthy parts of the body and this is by which the name medicine, and it is nec to disoblige the shameful to the bad and sickly, if someone is likely to be skilled. For medicine is, to speak concisely, is the knowledge of desire of the body in respect to satiety and depletion, and he who discerns in these things the fine love and the shameful love, this man is the best doctor, and makes changes so that he can gain one kind of love instead of the other, and in [those] which love is not present, it is nec to to spring up/to intervene, knowing to create [love] in and being there take it out, he would be a good practitioner. for it is nec to be able to make the most hostile in the body beloved and to love each other. the most hostile are the most opposite, cold to hot, bitter to sweet, dry to wet, all are such as this. Having come to know produce love and harmony in these things, our ancestor Asclepius, just as these poets here said and as I believe, put together our skill.

εἰπεῖν…Ἐρυξίμαχον: acc +infin
μοι δοκῶ: take ὁτι and ὡς clauses
ἔστιν: it is poss
ὡς ἐν κ., εἰπεῖν: to speak summarily

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
2
Q

ἥ τε οὖν ἰατρική, ὥσπερ λέγω, πᾶσα διὰ τοῦ θεοῦ τούτου κυβερνᾶται, ὡσαύτως δὲ καὶ γυμναστικὴ καὶ γεωργία: μουσικὴ δὲ καὶ παντὶ κατάδηλος τῷ καὶ σμικρὸν προσέχοντι τὸν νοῦν ὅτι κατὰ ταὐτὰ ἔχει τούτοις, ὥσπερ ἴσως καὶ Ἡράκλειτος βούλεται λέγειν, ἐπεὶ τοῖς γε ῥήμασιν οὐ καλῶς λέγει. τὸ ἓν γάρ φησι ‘διαφερόμενον αὐτὸ αὑτῷ συμφέρεσθαι,’ ‘ὥσπερ ἁρμονίαν τόξου τε καὶ λύρας.’ ἔστι δὲ πολλὴ ἀλογία ἁρμονίαν φάναι διαφέρεσθαι ἢ ἐκ διαφερομένων ἔτι εἶναι. ἀλλὰ ἴσως τόδε ἐβούλετο λέγειν, ὅτι ἐκ διαφερομένων πρότερον τοῦ ὀξέος καὶ βαρέος, ἔπειτα ὕστερον ὁμολογησάντων γέγονεν ὑπὸ τῆς μουσικῆς τέχνης. οὐ γὰρ δήπου ἐκ διαφερομένων γε ἔτι τοῦ ὀξέος καὶ βαρέος ἁρμονία ἂν εἴη: ἡ γὰρ ἁρμονία συμφωνία ἐστίν, συμφωνία δὲ ὁμολογία τις—ὁμολογίαν δὲ ἐκ διαφερομένων, ἕως ἂν διαφέρωνται, ἀδύνατον εἶναι: διαφερόμενον δὲ αὖ καὶ μὴ ὁμολογοῦν ἀδύνατον ἁρμόσαι—ὥσπερ γε καὶ ὁ ῥυθμὸς ἐκ τοῦ ταχέος καὶ βραδέος, ἐκ διενηνεγμένων πρότερον, ὕστερον δὲ ὁμολογησάντων γέγονε. τὴν δὲ ὁμολογίαν πᾶσι τούτοις, ὥσπερ ἐκεῖ ἡ ἰατρική, ἐνταῦθα ἡ μουσικὴ ἐντίθησιν, ἔρωτα καὶ ὁμόνοιαν ἀλλήλων ἐμποιήσασα: καὶ ἔστιν αὖ μουσικὴ περὶ ἁρμονίαν καὶ ῥυθμὸν ἐρωτικῶν ἐπιστήμη. καὶ ἐν μέν γε αὐτῇ τῇ συστάσει ἁρμονίας τε καὶ ῥυθμοῦ οὐδὲν χαλεπὸν τὰ ἐρωτικὰ διαγιγνώσκειν, οὐδὲ ὁ διπλοῦς ἔρως ἐνταῦθά πω ἔστιν: ἀλλ᾽ ἐπειδὰν δέῃ πρὸς τοὺς ἀνθρώπους καταχρῆσθαι ῥυθμῷ τε καὶ ἁρμονίᾳ ἢ ποιοῦντα, ὃ δὴ μελοποιίαν καλοῦσιν, ἢ χρώμενον ὀρθῶς τοῖς πεποιημένοις μέλεσί τε καὶ μέτροις, ὃ δὴ παιδεία ἐκλήθη, ἐνταῦθα δὴ καὶ χαλεπὸν καὶ ἀγαθοῦ δημιουργοῦ δεῖ. πάλιν γὰρ ἥκει ὁ αὐτὸς λόγος, ὅτι τοῖς μὲν κοσμίοις τῶν ἀνθρώπων, καὶ ὡς ἂν κοσμιώτεροι γίγνοιντο οἱ μήπω ὄντες, δεῖ χαρίζεσθαι καὶ φυλάττειν τὸν τούτων ἔρωτα, καὶ οὗτός ἐστιν ὁ καλός, ὁ οὐράνιος, ὁ τῆς Οὐρανίας μούσης Ἔρως: ὁ δὲ Πολυμνίας ὁ πάνδημος, ὃν δεῖ εὐλαβούμενον προσφέρειν οἷς ἂν προσφέρῃ, ὅπως ἂν τὴν μὲν ἡδονὴν αὐτοῦ καρπώσηται, ἀκολασίαν δὲ μηδεμίαν ἐμποιήσῃ, ὥσπερ ἐν τῇ ἡμετέρᾳ τέχνῃ μέγα ἔργον ταῖς περὶ τὴν ὀψοποιικὴν τέχνην ἐπιθυμίαις καλῶς χρῆσθαι, ὥστ᾽ ἄνευ νόσου τὴν ἡδονὴν καρπώσασθαι. καὶ ἐν μουσικῇ δὴ καὶ ἐν ἰατρικῇ καὶ ἐν τοῖς ἄλλοις πᾶσι καὶ τοῖς ἀνθρωπείοις καὶ τοῖς θείοις, καθ᾽ ὅσον παρείκει, φυλακτέον ἑκάτερον τὸν ἔρωτα: ἔνεστον γάρ.

A

Therefore, as I say, all medicine is guided/steered by this god, just as gymnastics and agriculture. It is clear to everyone who is even (και) a small bit present in their mind that music is from the the same as these, just as perhaps Hericlitus wants to say, when he does not speak well with his words. He says that one ‘the self being at variance with itself is in agreement’ and ‘just as the harmony of the bow and lyre.’ There is much absurdity saying that harmony it at odds or still exists from being pulled in different directions. But perhaps he wanted to say this, that from the sharp and low, previously drawn apart, then later brought into agreement by the art of music. for surely there can be no harmony from the still pulling apart of high and low, for harmony is concord and concord is an agreement - agreement from pulling in diff directions is not possible while at odds. just as rhythm too comes (και) from quick and slow, before they were disagreeing, later it comes to agreement. agreement in all these things, just as then it was medicine, here music is put in place, and puts in love and concord of other things. Music, once again, is the understanding about rhythm and concord of love. and it is not difficult to discern love in the actual composition of both harmony and rhythm, nor is there the twofold love here. since it is nec to thoroughly use rhythm and harmony to humans, either making it, which they call composition, or correctly using songs and metres that have already been composed, which is called education, here is difficult and needs a good practitioner.

The same argument comes back that to the order of humans and in this way those who are not yet so can become more orderly, it is nec to be pleasing to and to guard the love of them. This is beautiful, heavenly, the Love from the heavenly muse. But common love is from Polymnia and should be cautiously applied to those it is placed on, so that they may enjoy the pleasure of him and implant not any intemperance, just as in our profession it is a great work to use well the desires about the skill of cooking, so that we can enjoy without sickness. and in music and medicine and in all other things both human and divine, as far as is allowable, each part of this love must be watched out for, for there are both.

ὅτι κατὰ ταὐτὰ - crasis ὐ
δει takes the gen (there is a need for…)
ὅπως: with ἄν and subj. in indefinite sentences, in whatever way, just as, however.

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly